Marc 14


1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας: καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν:



2

ἔλεγον δέ,mὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος  ἔσται τοῦ λαοῦ.



3

(Π) Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς: καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ  τῆς κεφαλῆς.


3

4

Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;


4

5

Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.


6

Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν: τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο  ἐν ἐμοί.



7

Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς  εὖ ποιῆσαι: ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.


8

Ὃ ἔσχεν αὕτη ἐποίησεν: προέλαβεν μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.


9

Ἀμὴν λέγω  ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο  εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.


10

(Π) Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτὸν αὐτοῖς.


11

Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι: καὶ ἐζήτει πῶς εὐκαίρως  αὐτὸν παραδῷ.


12

(Π) Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα;


13

Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων: ἀκολουθήσατε αὐτῷ,


14

καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;



15

Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον: ἐκεῖ ἑτοιμάσατε ἡμῖν.


16

Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.


17

 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.


18

Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν  ὁ Ἰησοῦς,

Ἀμὴν λέγω ὑμῖν,

ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ.



19

Οἱ δὲ ἤρξαντο λυπεῖσθαι,

καὶ λέγειν αὐτῷ εἷς καθ’εἷς,

Μήτι ἐγώ;

Καὶ ἄλλος, Μήτι ἐγώ;


20

Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,


Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον.



21

Ὁ  μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ:

οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ

δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται: καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.


22

 Καὶ ἐσθιόντων αὐτῶν,

λαβὼν ὁ  Ἰησοῦς ἄρτον


εὐλογήσας ἔκλασεν,

καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν,

Λάβετε, φάγετε:

τοῦτό ἐστιν τὸ σῶμά μου.


23

Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς:


καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.


24

Καὶ εἶπεν αὐτοῖς,


Τοῦτό ἐστιν

τὸ αἷμά μου,

τὸ

τῆς καινῆς διαθήκης,


τὸ περὶ πολλῶν ἐκχυνόμενον.


25

Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου,

ἕως τῆς ἡμέρας ἐκείνης

ὅταν αὐτὸ πίνω

καινὸν

ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.



Mat 26


1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,


2

Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται,

καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι



3

Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς

καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ

εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,


4

καὶ συνεβουλεύσαντο

ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν


5

Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ,

ἵνα μὴ θόρυβος γένηται

ἐν τῷ λαῷ.


6

Τοῦ δὲ Ἰησοῦ γενομένου

ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,


7

προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.


8

Ἰδόντες δὲ

οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;


9

Ἠδύνατο γὰρ τοῦτο τὸ  μύρον πραθῆναι πολλοῦ,

καὶ δοθῆναι πτωχοῖς.


10

Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,

Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο

εἰς ἐμέ.


11

Πάντοτε γὰρ τοὺς πτωχοὺς

ἔχετε μεθ’ ἑαυτῶν,

ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.


12

Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.


13

Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς.


14

Τότε πορευθεὶς

εἷς τῶν δώδεκα,

ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,


15

εἶπεν, Τί θέλετέ μοι δοῦναι,

κἀγὼ ὑμῖν παραδώσω αὐτόν;


Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.


16

Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ




17


 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,


Ποῦ θέλεις ἑτοιμάσομένσοι φαγεῖν

τὸ Πάσχα;



18

Ὁ δὲ εἶπεν,

Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα,

καὶ εἴπατε αὐτῷ,

Ὁ διδάσκαλος λέγει,


Ὁ καιρός μου ἐγγύς ἐστιν: πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.


19

Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς,

καὶ ἡτοίμασαν τὸ Πάσχα.


20

Ὀψίας δὲ γενομένης


ἀνέκειτο μετὰ τῶν δώδεκα.



21

Καὶ ἐσθιόντων αὐτῶν εἶπεν,


Ἀμὴν λέγω ὑμῖν ὅτι

εἷς ἐξ ὑμῶν παραδώσει με.


22

Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν,


Μήτι ἐγώ εἰμι,

κύριε;


23

Ὁ δὲ ἀποκριθεὶς εἶπεν,


Ὁ ἐμβάψας μετ’ ἐμοῦ

ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,

οὗτός με παραδώσει.


24

Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ: οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ,

δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται:


καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.


25

Ἀποκριθεὶς δὲ Ἰούδας

ὁ παραδιδοὺς αὐτὸν εἶπεν,


Μήτι ἐγώ εἰμι, ῥαββί;


Λέγει αὐτῷ, Σὺ εἶπας.




26

Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας,

ἔκλασεν

καὶ ἐδίδου

 τοῖς μαθηταῖς  

καὶ

 εἶπεν, Λάβετε, φάγετε: τοῦτό ἐστιν τὸ σῶμά μου.



27

Καὶ λαβὼν τὸ ποτήριον,

καὶ εὐχαριστήσας


ἔδωκεν αὐτοῖς, λέγων,


Πίετε ἐξ αὐτοῦ πάντες:



28

τοῦτο γάρ ἐστιν

τὸ αἷμά μου, τὸ τῆς

καινῆς διαθήκης,

τὸ περὶ πολλῶν ἐκχυνόμενον


 εἰς ἄφεσιν ἁμαρτιῶν.



29

Λέγω δὲ ὑμῖν ὅτι 

οὐ μὴ πίω

ἀπ’ ἄρτι

ἐκ τούτου τοῦ γεννήματος

τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης

ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν

καινὸν

ἐν τῇ βασιλείᾳ

τοῦ πατρός μου.




30

 Καὶ ὑμνήσαντες ἐξῆλθον

εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.


Luc 22


1

Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων,

ἡ λεγομένη Πάσχα.


2

Καὶ ἐζήτουν

οἱ ἀρχιερεῖς

καὶ οἱ γραμματεῖς τὸ πῶς

ἀνέλωσιν αὐτόν:


ἐφοβοῦντο γὰρ τὸν λαόν.


3

 Εἰσῆλθεν δὲ Σατανᾶς

εἰς Ἰούδαν

τὸν ἐπικαλούμενον

Ἰσκαριώτην,


ὄντα ἐκ τοῦ ἀριθμοῦ

τῶν δώδεκα.



4

Καὶ ἀπελθὼν συνελάλησεν

τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς

τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.


5

Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ

ἀργύριον δοῦναι.


6

Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν

τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.



7

 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων,

ἐν  ᾗ ἔδει

θύεσθαι τὸ Πάσχα.



8

Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην,

εἰπών,


Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα,

ἵνα φάγωμεν.


9

Οἱ δὲ εἶπον

αὐτῷ,

Ποῦ θέλεις ἑτοιμάσομεν;




10

Ὁ δὲ εἶπεν αὐτοῖς,

Ἰδού, εἰσελθόντων ὑμῶν

εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον

ὕδατος βαστάζων: ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται.


11

Καὶ ἐρεῖτε

τῷ οἰκοδεσπότῃ τῆς οἰκίας,


Λέγει σοι ὁ διδάσκαλος,

Ποῦ ἐστιν τὸ κατάλυμα,

ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;


12

Κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον:

ἐκεῖ ἑτοιμάσατε.


13

Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν  αὐτοῖς:


καὶ ἡτοίμασαν

τὸ Πάσχα.


14

 Καὶ ὅτε ἐγένετο ἡ ὥρα,

ἀνέπεσεν,

καὶ οἱ δώδεκα ἀπόστολοι

σὺν αὐτῷ.


15

Καὶ εἶπεν πρὸς αὐτούς,


Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα

φαγεῖν μεθ’ ὑμῶν


πρὸ τοῦ με παθεῖν:


16

λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι  οὐ μὴ φάγω ἐξ αὐτοῦ,


ἕως ὅτου πληρωθῇ

ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.


17

Καὶ δεξάμενος ποτήριον,


εὐχαριστήσας


εἶπεν,


Λάβετε τοῦτο, καὶ

διαμερίσατε ἑαυτοῖς:



18

λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ


 τοῦ γενήματος τῆς ἀμπέλου,


ἕως ὅτου  ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.




19

Καὶ λαβὼν ἄρτον,


εὐχαριστήσας


ἔκλασεν,


καὶ ἔδωκεν αὐτοῖς,


λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου,


τὸ ὑπὲρ ὑμῶν διδόμενον:


τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.




20

Ὡσαύτως


καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι,


λέγων,


Τοῦτο τὸ ποτήριον

ἡ καινὴ διαθήκη


ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. 


21

Πλὴν ἰδού,

ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης.


22

Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται

κατὰ τὸ ὡρισμένον:


πλὴν οὐαὶ

τῷ ἀνθρώπῳ ἐκείνῳ

δι’ οὗ παραδίδοται.


23

Καὶ αὐτοὶ ἤρξαντο

συζητεῖν πρὸς ἑαυτοὺς

τὸ τίς ἄρα

εἴη ἐξ αὐτῶν

ὁ τοῦτο μέλλων πράσσειν.


24

 Ἐγένετο δὲ

καὶ φιλονεικία

ἐν αὐτοῖς τ

ὸ τίς αὐτῶν

δοκεῖ

εἶναι μείζων.


25

Ὁ δὲ εἶπεν αὐτοῖς,


Οἱ βασιλεῖς

τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν,


καὶ οἱ ἐξουσιάζοντες αὐτῶν

εὐεργέται καλοῦνται.


26

Ὑμεῖς δὲ οὐχ οὕτως:

ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γενέσθω

ὡς ὁ νεώτερος:


καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.


27

Τίς γὰρ μείζων,


ὁ ἀνακείμενος ἢ ὁ διακονῶν;


Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι

ἐν μέσῳ ὑμῶν

ὡς ὁ διακονῶν.


28

Ὑμεῖς δέ

ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου:


29

κἀγὼ διατίθεμαι ὑμῖν,

καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν,


30

ἵνα ἐσθίητε

καὶ πίνητε

ἐπὶ τῆς τραπέζης μου  καὶ καθίσεσθε

 ἐπὶ θρόνων, κρίνοντες

τὰς δώδεκα φυλὰς

τοῦ Ἰσραήλ.



31

Εἶπεν  δὲ ὁ κύριος,

Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον:


32

ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ

ἡ πίστις σου:


καὶ σύ ποτε ἐπιστρέψας στήριξον

 τοὺς ἀδελφούς σου.


33

Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε,

μετὰ σοῦ ἕτοιμός εἰμι

καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.


34

Ὁ δὲ εἶπεν,


Λέγω σοι,

Πέτρε,

οὐ μὴ φωνήσῃ σήμερον ἀλέκτωρ,


πρὶν

 ἢ τρὶς

ἀπαρνήσῃ μὴ εἰδέναι με.


35

 Καὶ εἶπεν αὐτοῖς,


Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου


 καὶ πήρας καὶ ὑποδημάτων,

μή τινος ὑστερήσατε;


Οἱ δὲ εἶπον,


Οὐθενός.


36

Εἶπεν οὖν

 αὐτοῖς,

Ἀλλὰ νῦν

ὁ ἔχων βαλάντιον

ἀράτω,


ὁμοίως καὶ πήραν:

καὶ ὁ μὴ ἔχων, πωλήσει


 τὸ ἱμάτιον αὐτοῦ,

καὶ ἀγοράσει μάχαιραν.





37

Λέγω γὰ ὑμῖν ὅτι ἔτι

τοῦτο τὸ γεγραμμένον

δεῖ τελεσθῆναι

ἐν ἐμοί,

τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη:


καὶ γὰρ τὰ

περὶ ἐμοῦ

τέλος ἔχει.


38

Οἱ δὲ εἶπον,


Κύριε, ἰδού, μάχαιραι ὧδε δύο.


Ὁ δὲ εἶπεν αὐτοῖς,

Ἱκανόν ἐστιν.


39

 Καὶ ἐξελθὼν ἐπορεύθη

κατὰ τὸ ἔθος

εἰς τὸ ὄρος

τῶν Ἐλαιῶν: ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.

I  Corinthiens 11


Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό,


οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν.



21

Ἕκαστος γὰρ

τὸ ἴδιον δεῖπνον προλαμβάνει

ἐν τῷ φαγεῖν,

καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.



22

Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν;


Ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε,

καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας;


Τί ὑμῖν εἴπω;


Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ;

Οὐκ ἐπαινῶ.



23

Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου,


ὃ καὶ παρέδωκα ὑμῖν,

ὅτι ὁ κύριος Ἰησοῦς

ἐν τῇ νυκτὶ

ᾗ παρεδίδοτο 


ἔλαβεν ἄρτον,


24

καὶ εὐχαριστήσας ἔκλασεν,

καὶ εἶπεν,

Λάβετε,


φάγετε,


Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον:


 τοῦτο ποιεῖτε

εἰς τὴν ἐμὴν ἀνάμνησιν.


25

Ὡσαύτως

καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων,


Τοῦτο τὸ ποτήριον ἡ καινὴ

διαθήκη ἐστὶν


ἐν τῷ ἐμῷ αἵματι: τοῦτο ποιεῖτε, ὁσάκις ἂν

 πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.



26

Ὁσάκις γὰρ

ἂν  ἐσθίητε τὸν ἄρτον τοῦτον,

καὶ τὸ ποτήριον τοῦτο  πίνητε,


τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε

ἄχρι οὗ ἂν ἔλθῃ.


27

Ὥστε ὃς ἂν ἐσθίῃ


τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως τοῦ κυρίου,


ἔνοχος ἔσται τοῦ σώματος

καὶ τοῦ αἵματος τοῦ κυρίου.


28

Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν,


καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.


29

Ὁ γὰρ ἐσθίων

καὶ πίνων ἀναξίως,


κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει,


μὴ διακρίνων τὸ σῶμα τοῦ (κυρίου.


30

Διὰ τοῦτο

ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς

καὶ ἄρρωστοι,

καὶ κοιμῶνται ἱκανοί.


31

Εἰ γὰρ  ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.


32

Κρινόμενοι δέ, ὑπὸ κυρίου


 παιδευόμεθα,


ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.


33

Ὥστε,

ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.


34

Εἰ δέ

 τις πεινᾷ,

ἐν οἴκῳ ἐσθιέτω:


ἵνα μὴ εἰς κρίμα συνέρχησθε.


Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.

Jean 13


Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν  αὐτοῦ ἡ ὥρα

ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα,


ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ,


εἰς τέλος ἠγάπησεν αὐτούς.


2

Καὶ δείπνου γενομένου,

 τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα  Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ



3

εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν

αὐτῷ ὁ πατὴρ

εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,



4

ἐγείρεται ἐκ τοῦ δείπνου,

καὶ τίθησιν τὰ ἱμάτια,

καὶ λαβὼν λέντιον

διέζωσεν ἑαυτόν.


5

Εἶτα βάλλει ὕδωρ

εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, κ

αὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.


6

Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον: καὶ λέγει αὐτῷ ἐκεῖνος,

Κύριε, σύ μου νίπτεις τοὺς πόδας;



7

Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ,

Ὃ ἐγὼ ποιῶ,

σὺ οὐκ οἶδας ἄρτι,

γνώσῃ δὲ μετὰ ταῦτα.


8

Λέγει αὐτῷ Πέτρος,

Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα.


Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,

Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.




9

Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε,

μὴ τοὺς πόδας μου μόνον,

ἀλλὰ καὶ τὰς χεῖρας

καὶ τὴν κεφαλήν.


10

Λέγει αὐτῷ ὁ Ἰησοῦς,

Ὁ λελουμένος οὐ χρείαν ἔχειχρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι,

ἀλλ’ ἔστιν καθαρὸς ὅλος:


καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.


11

ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν: διὰ τοῦτο εἶπεν, Οὐχὶ πάντες καθαροί ἐστε.


12

 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν  πάλιν, εἶπεν αὐτοῖς,


Γινώσκετε τί πεποίηκα ὑμῖν;



Ὑμεῖς φωνεῖτέ με,

Ὁ διδάσκαλος, καὶ Ὁ κύριος: καὶ καλῶς λέγετε, εἰμὶ γάρ.


13

14

Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας,

ὁ κύριος

καὶ ὁ διδάσκαλος,

καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.


15

Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν,

ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.


16

Ἀμὴν ἀμὴν λέγω ὑμῖν,

Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ,


οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.


17

Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.


18

Οὐ περὶ πάντων ὑμῶν λέγω:

ἐγὼ οἶδα οὓς ἐξελεξάμην:


ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ,


Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.



19

Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ὅταν  γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι.



20

Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ἐάν τινα πέμψω,

ἐμὲ λαμβάνει: ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.


21

 Ταῦτα εἰπὼν ὁἸησοῦς ἐταράχθη τῷ πνεύματι,


καὶ ἐμαρτύρησεν καὶ εἶπεν,


Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι

εἷς ἐξ ὑμῶν παραδώσει με.


22

Ἔβλεπον οὖν

εἰς ἀλλήλους

οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.


23

Ἦν δὲἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς:



24

νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.


25

Ἐπιπεσὼν δὲ ἐκεῖνος


οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε,

τίς ἐστιν;


26

Ἀποκρίνεται ὁἸησοῦς, Ἐκεῖνός ἐστιν

ᾧ ἐγὼ βάψας

τὸ ψωμίον ἐπιδώσω.


 Καὶ ἐμβάψας

τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. 


27

Καὶ μετὰ τὸ ψωμίον,

τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς.


Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς,

Ὃ ποιεῖς, ποίησον τάχιον.


28

Τοῦτο δὲ

 οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.


29

Τινὲς γὰρ ἐδόκουν,

ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ  Ἰούδας, ὅτι λέγει αὐτῷ ὁἸησοῦς,


Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν:


ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.


30

Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως

ἐξῆλθεν:

ἦν δὲ νύξ.


31

 Ὅτε ἐξῆλθεν, λέγει  ὁ Ἰησοῦς,


Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου,


καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ.


32

Εἰ  ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ 


ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.



33

Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω (N ὑπάγω ἐγώ → ἐγὼ ὑπάγω) ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.

Petits enfants, je suis pour peu de temps encore avec vous ; vous me chercherez, et comme j'ai dit aux Juifs : Vous ne pouvez venir où je vais, je vous le dis aussi maintenant.

33

34

Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους: καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.

Je vous donne un commandement nouveau : que vous vous aimiez les uns les autres ; que, comme je vous ai aimés, vous vous aimiez aussi les uns les autres.

34

35

Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

A ceci tous connaîtront que vous êtes mes disciples, si vous avez de l'amour les uns pour les autres.

35

36

(Π) Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ (N αὐτῷ ὁ → [αὐτῷ]) ὁ Ἰησοῦς, Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον (N ὕστερον δὲ ἀκολουθήσεις μοι → ἀκολουθήσεις δὲ ὕστερον) δὲ ἀκολουθήσεις μοι.

Simon Pierre lui dit : Seigneur, où vas-tu ? Jésus lui répondit : Là où je vais, tu ne peux me suivre maintenant ; mais tu me suivras plus tard.

36

37

Λέγει αὐτῷ Πέτρος, (N Πέτρος → ὁ Πέτρος) Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.

Pierre lui dit : Seigneur, pourquoi ne puis-je pas te suivre maintenant ? Je mettrai ma vie pour toi.

37

38

Ἀπεκρίθη (N Ἀπεκρίθη αὐτῷ ὁ → Ἀποκρίνεται) αὐτῷ ὁ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀπαρνήσῃ (N ἀπαρνήσῃ → ἀρνήσῃ) με τρίς.

Jean 13

13 Avant la fête de Pâque, Jésus, sachant que son heure était venue de passer de ce monde au Père, et ayant aimé les siens qui étaient dans le monde, mit le comble à son amour pour eux.

Pendant le souper, lorsque le diable avait déjà inspiré au coeur de Judas Iscariot, fils de Simon, le dessein de le livrer,

Jésus, qui savait que le Père avait remis toutes choses entre ses mains, qu'il était venu de Dieu, et qu'il s'en allait à Dieu,

se leva de table, ôta ses vêtements, et prit un linge, dont il se ceignit.

Ensuite il versa de l'eau dans un bassin, et il se mit à laver les pieds des disciples, et à les essuyer avec le linge dont il était ceint.

Il vint donc à Simon Pierre; et Pierre lui dit: Toi, Seigneur, tu me laves les pieds!

Jésus lui répondit: Ce que je fais, tu ne le comprends pas maintenant, mais tu le comprendras bientôt.

Pierre lui dit: Non, jamais tu ne me laveras les pieds. Jésus lui répondit: Si je ne te lave, tu n'auras point de part avec moi.

Simon Pierre lui dit: Seigneur, non seulement les pieds, mais encore les mains et la tête.

10 Jésus lui dit: Celui qui est lavé n'a besoin que de se laver les pieds pour être entièrement pur; et vous êtes purs, mais non pas tous.

11 Car il connaissait celui qui le livrait; c'est pourquoi il dit: Vous n'êtes pas tous purs.

12 Après qu'il leur eut lavé les pieds, et qu'il eut pris ses vêtements, il se remit à table, et leur dit: Comprenez-vous ce que je vous ai fait?

13 Vous m'appelez Maître et Seigneur; et vous dites bien, car je le suis.

14 Si donc je vous ai lavé les pieds, moi, le Seigneur et le Maître, vous devez aussi vous laver les pieds les uns aux autres;

15 car je vous ai donné un exemple, afin que vous fassiez comme je vous ai fait.

16 En vérité, en vérité, je vous le dis, le serviteur n'est pas plus grand que son seigneur, ni l'apôtre plus grand que celui qui l'a envoyé.

17 Si vous savez ces choses, vous êtes heureux, pourvu que vous les pratiquiez.

18 Ce n'est pas de vous tous que je parle; je connais ceux que j'ai choisis. Mais il faut que l'Écriture s'accomplisse: Celui qui mange avec moi le pain A levé son talon contre moi.

19 Dès à présent je vous le dis, avant que la chose arrive, afin que, lorsqu'elle arrivera, vous croyiez à ce que je suis.

20 En vérité, en vérité, je vous le dis, celui qui reçoit celui que j'aurai envoyé me reçoit, et celui qui me reçoit, reçoit celui qui m'a envoyé.

21 Ayant ainsi parlé, Jésus fut troublé en son esprit, et il dit expressément: En vérité, en vérité, je vous le dis, l'un de vous me livrera.

22 Les disciples se regardaient les uns les autres, ne sachant de qui il parlait.

23 Un des disciples, celui que Jésus aimait, était couché sur le sein de Jésus.

24 Simon Pierre lui fit signe de demander qui était celui dont parlait Jésus.

25 Et ce disciple, s'étant penché sur la poitrine de Jésus, lui dit: Seigneur, qui est-ce?

26 Jésus répondit: C'est celui à qui je donnerai le morceau trempé. Et, ayant trempé le morceau, il le donna à Judas, fils de Simon, l'Iscariot.

27 Dès que le morceau fut donné, Satan entra dans Judas. Jésus lui dit: Ce que tu fais, fais-le promptement.

28 Mais aucun de ceux qui étaient à table ne comprit pourquoi il lui disait cela;

29 car quelques-uns pensaient que, comme Judas avait la bourse, Jésus voulait lui dire: Achète ce dont nous avons besoin pour la fête, ou qu'il lui commandait de donner quelque chose aux pauvres.

30 Judas, ayant pris le morceau, se hâta de sortir. Il était nuit.

31 Lorsque Judas fut sorti, Jésus dit: Maintenant, le Fils de l'homme a été glorifié, et Dieu a été glorifié en lui.

32 Si Dieu a été glorifié en lui, Dieu aussi le glorifiera en lui-même, et il le glorifiera bientôt.

33 Mes petits enfants, je suis pour peu de temps encore avec vous. Vous me chercherez; et, comme j'ai dit aux Juifs: Vous ne pouvez venir où je vais, je vous le dis aussi maintenant.

34 Je vous donne un commandement nouveau: Aimez-vous les uns les autres; comme je vous ai aimés, vous aussi, aimez-vous les uns les autres.

35 A ceci tous connaîtront que vous êtes mes disciples, si vous avez de l'amour les uns pour les autres.

36 Simon Pierre lui dit: Seigneur, où vas-tu? Jésus répondit: Tu ne peux pas maintenant me suivre où je vais, mais tu me suivras plus tard.

37 Seigneur, lui dit Pierre, pourquoi ne puis-je pas te suivre maintenant? Je donnerai ma vie pour toi.

38 Jésus répondit: Tu donneras ta vie pour moi! En vérité, en vérité, je te le dis, le coq ne chantera pas que tu ne m'aies renié trois fois.